Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.36 Joseph. AJ 14.41 (English) >>Joseph. AJ 14.46

14.39καὶ τὴν Πτολεμαίου τοῦ Μενναίου χώραν κατενόησεν, ἀνδρὸς πονηροῦ καὶ οὐδὲν ἐλάσσονος Διονυσίου τοῦ Τριπολίτου τοῦ πελεκισθέντος, ᾧπερ καὶ κηδεύων ἐτύγχανεν, χιλίοις μέντοι ταλάντοις ἐξωνησαμένου τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν, οἷς Πομπήιος τοὺς στρατιώτας ἐμισθοδότησεν. 14.40ἐξεῖλεν δὲ καὶ Λυσιάδα χωρίον, οὗ τύραννος ἦν Σίλας Ἰουδαῖος. διελθὼν δὲ τὰς πόλεις τήν τε Ἡλιούπολιν καὶ τὴν Χαλκίδα καὶ τὸ διεῖργον ὄρος ὑπερβαλὼν τὴν κοίλην προσαγορευομένην Συρίαν ἀπὸ τῆς ἄλλης εἰς Δαμασκὸν ἧκεν. 14.41ἔνθα δὴ καὶ τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς καὶ Ἀριστόβουλος καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι· πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρʼ αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως καὶ δοῦλον γένοιτο. 14.42Ὑρκανὸς δὲ κατηγόρει, ὅτι πρεσβύτερος ὢν ἀφαιρεθείη τὸ πρεσβεῖον ὑπὸ Ἀριστοβούλου καὶ μικρὸν ἔχοι μέρος τῆς χώρας ὑφʼ αὑτῷ, τὴν δὲ ἄλλην βίᾳ λαβὼν Ἀριστόβουλος· 14.43τάς τε καταδρομὰς τὰς ἐπὶ τοὺς ὁμόρους καὶ τὰ πειρατήρια τὰ ἐν τῇ θαλάττῃ τοῦτον εἶναι τὸν συστήσαντα διέβαλεν, οὐκ ἂν οὐδʼ ἀποστῆναι λέγων τὸ ἔθνος αὐτοῦ, εἰ μὴ βίαιός τις καὶ ταραχώδης ὑπῆρχεν. συνηγόρουν δὲ αὐτῷ ταῦτα λέγοντι πλείους χίλιοι τῶν δοκιμωτάτων Ἰουδαίων Ἀντιπάτρου παρασκευάσαντος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.36 Joseph. AJ 14.41 (English) >>Joseph. AJ 14.46

Powered by PhiloLogic